poem 1

1.31
κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
1.32
γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
1.33
ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις
1.34
ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ
1.35
καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
1.36
ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
1.37
λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν
1.38
καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
1.39
Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,
1.40
ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
1.41
ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
1.42
καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον
1.43
αἰνῆσαι μενοινῶν ἔλπομαι
1.44
μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
1.45
μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·
1.46
εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.
1.47
ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
1.48
τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
1.49
οἵαν οὔτις Ἑλλάνων δρέπει,
1.50
πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
1.51
ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον
1.52
καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
1.53
ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·
1.54
ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,
1.55
ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
1.56
οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
1.57
τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
1.58
Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
1.59
πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.
1.60
ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·