1
Παλλάδʼ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομʼ ἀείδειν,
2
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
3
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
4
καί τʼ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
5
χαῖρε, θεά, δὸς δʼ ἄμμι τύχην εὐδαιμονίην τε.