1
Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον,
2
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι
3
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
4
ἵληθʼ, εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.