1
ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομʼ ἀείδειν,
2
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
3
πόντιον, ὅσθʼ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
4
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
5
ἵππων τε δμητῆρʼ ἔμεναι σωτῆρά τε νηῶν.
6
χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
7
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.