1
Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
2
ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
3
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
4
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
5
νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
6
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
7
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
8
ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.