1
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον
2
γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
3
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
4
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
5
πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος
6
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·
7
νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
8
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
9
χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.