1
Δημήτηρ’ ἠύκομον, σεμνὴν θεάν, ἄρχομ’ ἀείδειν,
2
αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.
3
χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν: ἄρχε δ’ ἀοιδῆς.