1
Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
2
ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
3
Ζην`?̀ς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
4
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
5
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.