1
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
2
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
3
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
4
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
5
εἰναλίης τε Κύπρου: δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.
6
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.