31
οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
32
ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
33
ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον: ἀμφὶ δ’ ἄρ’ ὅπλα
34
καττάνυσαν: τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
35
οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
36
ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ
37
ἀμβροσίη: ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
38
αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
39
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
40
βότρυες: ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,
41
ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει:
42
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον: οἳ δὲ ἰδόντες,
43
νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον
44
γῇ πελάαν: ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς
45
δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ
46
ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων:
47
ἂν δ’ ἔστη μεμαυῖα: λέων δ’ ἐπὶ σέλματος ἄκρου
48
δεινὸν ὑπόδρα ἰδών: οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,
49
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
50
ἔσταν ἄρ’ ἐκπληγέντες: ὃ δ’ ἐξαπίνης ἐπορούσας
51
ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
52
πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
53
δελφῖνες δ’ ἐγένοντο: κυβερνήτην δ’ ἐλεήσας
54
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον:
55
θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ:
56
εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
57
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
58
χαῖρε, τέκος Σεμέλης εὐώπιδος: οὐδέ πη ἔστι
59
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.