Book 2

2.1
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ,
2
2.2
εὗδον παννύχιοι· Δία δ᾽ οὐκ ἔχε νήδυμος ὕπνος·
2.3
ἀλλ᾽ ὅ γε μερμήριζε κατὰ φρένα· ὡς Ἀχιλῆα
1
2.4
τιμήσῃ. ὀλέσῃ πολέας δ’ ἐπὶ νηυσὶν Ἀχαιῶν·
2.5
ἧ δε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
2.6
πέμψαι ἐπ᾽Ατρείδη Ἀγαμέμνονι οὖλον ὄνειρον·
2.7
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
1
2.8
βάσκ᾽ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
2.9
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
2.10
πάντα μάλ᾽ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
2.11
θωρῆξαί ἑ, κέλευε καρηκομόωντας Ἀχαιοὺς
2.12
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
2.13
Τρώων· οὐ γὰρ ἔτ ἀμφὶς, Ὀλύμπια δώματ᾽ ἔχοντες
2.14
ἀθάνατοι φράζονται· ἐπέγναψε γὰρ ἅπαντας
2.15
Ἥρη λισσομένη· Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται·
1
2.16
ὡς φάτο· βῆ δ᾽ ἂρ ὄνειρος, ἐπεὶ τὸν μῦθον ἄκουσε·
2.17
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
2.18
βῆ δ᾽ ἄρ ἐπ᾽ Ἀτρείδην Ἀγαμέμνονα· τὸν δ᾽ ἐκίχανεν.
2.19
εὕδοντ᾽ ἐν κλισίῃ· περὶ δ᾽ ἀμβρόσιος κέχυθ᾽ ὕπνος·
2.20
στῆ δ᾽ ἄρ’ ἂρ’ ὑπὲρ κεφαλῆς Νηληΐω υἷϊ ἐοικὼς
2.21
Νέστορι· τόν ῥα μάλιστα γερόντων τῖ᾽ Ἀγαμέμνων·
2.22
τῷ μιν ἐεισάμενος, προσεφώνεε θεῖος ὄνειρος·
2.23
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
2.24
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
2.25
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
2.26
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι·
1
2.27
ὃς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται ἢδ᾽ ἐλεαίρει·
2.28
θωρῆξαί σ᾽ ἐκέλευε κάρη κομόωντας Ἀχαιοὺς
2.29
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
1
2.30
Τρώων· οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες